<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="492">μέμνησο δʼ ἀμφίβληστρον ὡς  ἐκαίνισαν.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="493">πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="494">αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="495">ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="496">ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="497">ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,</l><l n="498">ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς  λαβεῖν,</l><l n="499">εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="500">καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,</l><l n="501">ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·</l><l n="502">οἴκτιρε  θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,</l><l n="503">καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε</l><l n="504">οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·</l><l n="505">παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι</l><l n="506">θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,</l><l n="507">τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.</l><l n="508">ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.</l><l n="509">αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.</l></sp><milestone n="510" unit="card"/><sp><speaker>Χορός</speaker><l n="510">καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον  λόγον,</l><l n="511">τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.</l><l n="512">τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,</l><l n="513">ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="514">ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,</l><l n="515">πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου</l><l n="516">μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;</l><l n="517">θανόντι  δʼ οὐ φρονοῦντι δειλαία χάρις</l><l n="518">ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.</l><l n="519">τὰ δῶρα μείω  δʼ ἐστὶ τῆς ἁμαρτίας.</l></sp></div></div></body></text></TEI>