μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν. Ὀρέστης πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ. Ἠλέκτρα αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. Ὀρέστης ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ; Ἠλέκτρα ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα; Ὀρέστης ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν, εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις. Ἠλέκτρα καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ, ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ· οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον, καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών· παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου. ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα. αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον. Χορός καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης. τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. Ὀρέστης ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος; θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε. τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.