φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον . Ὀρέστης οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. Ἠλέκτρα κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας οἴσω πατρῴων ἐκ δόμων γαμηλίους· πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. Ὀρέστης ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην. Ἠλέκτρα ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος. Ὀρέστης μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ. Ἠλέκτρα μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν. Ὀρέστης πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ. Ἠλέκτρα αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. Ὀρέστης ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ; Ἠλέκτρα ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα; Ὀρέστης ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν, εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις. Ἠλέκτρα καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ, ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ· οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον, καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών· παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου. ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα. αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον. Χορός καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.