τὸ μόρσιμον μένει πάλαι, εὐχομένοις δʼ ἂν ἔλθοι. Χορός ὦ πόνος ἐγγενὴς καὶ παράμουσος Ἄτας αἱματόεσσα πλαγά. ἰὼ δύστονʼ ἄφερτα κήδη· ἰὼ δυσκατάπαυστον ἄλγος. Χορός δώμασιν ἔμμοτον τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν, διʼ ὠμὰν ἔριν αἱματηράν. θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος. Χορός ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι, τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν παισὶν προφρόνως ἐπὶ νίκῃ. Ὀρέστης πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών, αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων. Ἠλέκτρα κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω, φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον . Ὀρέστης οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. Ἠλέκτρα κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας οἴσω πατρῴων ἐκ δόμων γαμηλίους· πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. Ὀρέστης ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην. Ἠλέκτρα ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος. Ὀρέστης μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.