ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως ἔχοντα καὶ δωμάτων ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ; Χορός πέπαλται δαὖτὲ μοι φίλον κέαρ τόνδε κλύουσαν οἶκτον καὶ τότε μὲν δύσελπις, σπλάγχνα δέ μοι κελαινοῦ- ται πρὸς ἔπος κλυούσᾳ. ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼ ἐλπὶς , ἀπέστασεν ἄχος προσφανεῖσά μοι καλῶς. Ἠλέκτρα τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ πάθομεν ἄχεα πρός γε τῶν τεκομένων; πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται. λύκος γὰρ ὥστʼ ὠμόφρων ἄσαντος ἐκ ματρός ἐστι θυμός. Χορός ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας νόμοις ἰηλεμιστρίας, ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα. Ἠλέκτρα ἰὼ ἰὼ δαΐα πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς ἄνευ πολιτᾶν ἄνακτʼ, ἄνευ δὲ πενθημάτων ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι. Ὀρέστης τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.