νέρθεν περιθύμως τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν. Χορός τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, ἰὼ γαῖα μαῖα, μωμένα μʼ ἰάλλει δύσθεος γυνά. φοβοῦ- μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι; ἰὼ πάνοιζυς ἑστία, ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖς δνόφοι καλύπτουσι δόμους δεσποτῶν θανάτοισι. Χορός σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν