βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης, μόριμον λάχος πιπλάντων χεροῖν πεισίβροτόν τε βάκτρον. Ἠλέκτρα μηδʼ ὑπὸ Τρωίας τείχεσι φθίμενος, πάτερ, μετʼ ἄλλῳ δουρικμῆτι λαῷ παρὰ Σκαμάνδρου πόρον τεθάφθαι. πάρος δʼ οἱ κτανόντες νιν οὕτως δαμῆναι φίλοις , θανατηφόρον αἶσαν πρόσω τινὰ πυνθάνεσθαι τῶνδε πόνων ἄπειρον. Χορός ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ, μεγάλης δὲ τύχης καὶ ὑπερβορέου μείζονα φωνεῖς· δύνασαι γάρ. ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων χέρες οὐχ ὅσιαι στυγερῶν τούτων· παισὶ δὲ μᾶλλον γεγένηται. Ὀρέστης τοῦτο διαμπερὲς οὖς ἵκεθʼ ἅπερ τι βέλος. Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων ὑστερόποινον ἄταν βροτῶν τλάμονι καὶ πανούργῳ χειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται. Χορός ἐφυμνῆσαι γένοιτό μοι πυκά- εντʼ ὀλολυγμὸν ἀνδρὸς θεινομένου, γυναικός τʼ ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας