γόος ἔνδικος ματεύει τὸ πᾶν ἀμφιλαφής ταραχθείς. Ἠλέκτρα κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει πολυδάκρυτα πένθη. δίπαις τοί σʼ ἐπιτύμβιος θρῆνος ἀναστενάζει. τάφος δʼ ἱκέτας δέδεκται φυγάδας θʼ ὁμοίως. τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν; οὐκ ἀτρίακτος ἄτα; Χορός ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων θείη κελάδους εὐφθογγοτέρους· ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων παιὰν μελάθροις ἐν βασιλείοις νεοκρᾶτα φίλον κομίσειεν. Ὀρέστης εἰ γὰρ ὑπʼ Ἰλίῳ πρός τινος Λυκίων, πάτερ, δορίτμητος κατηναρίσθης· λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι τέκνων τʼ ἐν κελεύθοις ἐπιστρεπτὸν αἰῶ κτίσας πολύχωστον ἂν εἶχες τάφον διαποντίου γᾶς δώμασιν εὐφόρητον, Χορός φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦσιν κατὰ χθονὸς ἐμπρέπων σεμνότιμος ἀνάκτωρ, πρόπολός τε τῶν μεγίστων χθονίων ἐκεῖ τυράννων·