τὸ δίκαιον μεταβαίνει. ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ γλῶσσα τελείσθω· τοὐφειλόμενον πράσσουσα Δίκη μέγʼ ἀυτεῖ· ἀντὶ δὲ πληγῆς φονίας φονίαν πληγὴν τινέτω. δράσαντι παθεῖν, τριγέρων μῦθος τάδε φωνεῖ. Ὀρέστης ὦ πάτερ αἰνόπατερ, τί σοι φάμενος ἢ τί ῥέξας τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας, ἔνθα σʼ ἔχουσιν εὐναί, σκότῳ φάος ἀντίμοι- ρον; χάριτες δʼ ὁμοίως κέκληνται γόος εὐκλεὴς