<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="270">χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,</l><l n="271">κἀξορθιάζων  πολλὰ καὶ δυσχειμέρους</l><l n="272">ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,</l><l n="273">εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·</l><l n="274">τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,</l><l n="275">ἀποχρημάτοισι ζημίαις ταυρούμενον·</l><l n="276">αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε</l><l n="277">τείσειν  μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.</l><l n="278">τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα</l><l n="279">βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,</l><l n="280">σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις</l><l n="281">λειχῆνας  ἐξέσθοντας ἀρχαίαν φύσιν·</l><l n="282">λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν  νόσῳ·</l><l n="283">ἄλλας τʼ ἐφώνει  προσβολάς Ἐρινύων</l><l n="284">ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·</l><l n="285">τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος</l><l n="286">ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,</l><l n="287">καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος</l><l n="288">ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν</l><l n="289">κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως</l><l n="290">χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.</l><l n="291">καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος  μέρος</l><l n="292">εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,</l><l n="293">βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς</l><l n="294">μῆνιν· δέχεσθαι <add>δʼ</add> οὔτε συλλύειν τινά.</l><l n="295">πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ</l><l n="296">κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.</l><l n="297"><milestone ed="P" unit="para"/>τοιοῖσδε χρησμοῖς ἆρα  χρὴ πεποιθέναι;</l><l n="298">κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.</l><l n="299">πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν  ἵμεροι,</l></sp></div></div></body></text></TEI>