χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους· τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων, ἀποχρημάτοισι ζημίαις ταυρούμενον· αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους, σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν· λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ· ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας· τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος ἐκ προστροπαίων ἐν γένει πεπτωκότων, καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά. πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ. τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι; κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,