γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε θανόντας ἐν κηκῖδι πισσήρει φλογός. Ὀρέστης οὔτοι προδώσει Λοξίου μεγασθενὴς χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους· τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων, ἀποχρημάτοισι ζημίαις ταυρούμενον· αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,