διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δʼ ὑφασμάτων λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν, προστέρνῳ στολμῷ πέπλων ἀγελάστοις ξυμφοραῖς πεπληγμένων. Χορός τορὸς δὲ Φοῖβος ὀρθόθριξ δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων, ἀωρόνυκτον ἀμβόαμα μυχόθεν ἔλακε περὶ φόβῳ, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων. κριταί τε τῶνδʼ ὀνειράτων θεόθεν ἔλακον ὑπέγγυοι μέμφεσθαι τοὺς γᾶς