οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω, ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας; οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς· οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν. κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι. Χορός ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός, σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,