<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="240">πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει</l><l n="241">στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·</l><l n="242">καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·</l><l n="243">πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων</l><l n="244">μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ</l><l n="245">πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="246">Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων  γενοῦ·</l><l n="247">ἰδοῦ δὲ γένναν  εὖνιν αἰετοῦ πατρός,</l><l n="248">θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν</l><l n="249">δεινῆς ἐχίδνης.  τοὺς δʼ ἀπωρφανισμένους</l><l n="250">νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς</l><l n="251">θήραν πατρῴαν  προσφέρειν σκηνήμασιν.</l><l n="252">οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,</l><l n="253">ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,</l><l n="254">ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.</l><l n="255">καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα</l><l n="256">πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν</l><l n="257">ἕξεις ὁμοίας χειρὸς εὔθοινον  γέρας;</l><l n="258">οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν</l><l n="259">πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ  βροτοῖς·</l><l n="260">οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν</l><l n="261">βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.</l><l n="262">κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας  μέγαν</l><l n="263">δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.</l></sp><milestone n="264" unit="card"/><sp><speaker>Χορός</speaker><l n="264">ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,</l><l n="265">σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,</l><l n="266">γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε</l><l n="267">πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε</l><l n="268">θανόντας ἐν κηκῖδι πισσήρει φλογός.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="269">οὔτοι  προδώσει Λοξίου μεγασθενὴς</l></sp></div></div></body></text></TEI>