ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται· καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου· πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. Ὀρέστης Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ· ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός, θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.