ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω; Ὀρέστης αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ· κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ. ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν. ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας· τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς. Ἠλέκτρα ὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.