εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά. Ὀρέστης εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. Ἠλέκτρα ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ; Ὀρέστης εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. Ἠλέκτρα καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν; Ὀρέστης σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην. Ἠλέκτρα καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; Ὀρέστης ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον. Ἠλέκτρα ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις; Ὀρέστης αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ. Ἠλέκτρα ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις. Ὀρέστης κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς Ἠλέκτρα ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω; Ὀρέστης αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ· κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ. ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν. ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας· τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς. Ἠλέκτρα ὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός. ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον