εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά. Ὀρέστης εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. Ἠλέκτρα ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ; Ὀρέστης εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. Ἠλέκτρα καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν; Ὀρέστης σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην. Ἠλέκτρα καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; Ὀρέστης ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον. Ἠλέκτρα ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις; Ὀρέστης αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ. Ἠλέκτρα ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις. Ὀρέστης κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς