κἀμοὶ προσέστη καρδίας κλυδώνιον χολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει· ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος, πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης; ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο, ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον φρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω, εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος. Ἠλέκτρα φεῦ. εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,