<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="181">οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,</l><l n="182">εἰ τῆσδε χώρας μήποτε ψαύσει  ποδί.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="183">κἀμοὶ προσέστη καρδίας κλυδώνιον</l><l n="184">χολῆς, ἐπαίσθην  δʼ ὡς διανταίῳ βέλει·</l><l n="185">ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι</l><l n="186">σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,</l><l n="187">πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω</l><l n="188">ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;</l><l n="189">ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,</l><l n="190">ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον</l><l n="191">φρόνημα παισὶ δύσθεον πεπαμένη.</l><l n="192">ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,</l><l n="193">εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου</l><l n="194">βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.</l></sp><milestone n="195" unit="card"/><sp><speaker>Ἠλέκτρα</speaker><l n="195">φεῦ.</l><l n="195b">εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,</l><l n="196">ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,</l><l n="197">ἀλλʼ εὖ ʼσαφήνει  τόνδʼ ἀποπτύσαι πλόκον,</l><l n="198">εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,</l><l n="199">ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ</l><l n="200">ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.</l><l n="201"><milestone ed="P" unit="para"/>ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,</l><l n="202">οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην</l><l n="203">στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,</l><l n="204">σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.</l><l n="205"><milestone ed="P" unit="para"/>καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,</l><l n="206">ποδῶν  ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—</l><l n="207">καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,</l><l n="208">αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.</l><l n="209">πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι</l></sp></div></div></body></text></TEI>