τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης; Ἠλέκτρα εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι. Χορός πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω. Ἠλέκτρα οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. Χορός ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. Ἠλέκτρα καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος— Χορός ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. Ἠλέκτρα αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. Χορός μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε; Ἠλέκτρα μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται. Χορός καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν; Ἠλέκτρα ἔπεμψε χαίτην κουρίμην χάριν πατρός. Χορός οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε, εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.