αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν. ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις λέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς, κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν· ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω, σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ. τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς. ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας. Χορός ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένῳ δεσπότᾳ