πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω; πότερα δόμοισι πῆμα προσκυρεῖ νέον; ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω χοὰς φερούσας νερτέροις μειλίγματα; οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί. Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς μάθω γυναικῶν ἥτις ἥδε προστροπή. Χορός ἰαλτὸς ἐκ δόμων ἔβαν χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ. πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς ὄνυχος ἄλοκι νεοτόμῳ·