αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι. Ἠλέκτρα τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει; Χορός μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως. Ἠλέκτρα εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. Χορός τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη— Ἠλέκτρα τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη. Χορός ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα— Ἠλέκτρα πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; Χορός ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ. Ἠλέκτρα καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; Χορός πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; Ἠλέκτρα κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς