φαιοχίτωνες καὶ πεπλεκτανημέναι πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ. Χορός τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί, στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ. Ὀρέστης οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί· σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες. Χορός ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι· ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει. Ὀρέστης ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή, κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές. Χορός εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. Ὀρέστης ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ· ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ. Χορός ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς. Χορός ὅδε τοι μελάθροις τοῖς βασιλείοις τρίτος αὖ χειμὼν πνεύσας γονίας ἐτελέσθη. παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν μόχθοι τάλανές τε Θυέστου · δεύτερον ἀνδρὸς βασίλεια πάθη· λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν πολέμαρχος ἀνήρ· νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ, ἢ μόρον εἴπω; ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει μετακοιμισθὲν μένος ἄτης;