<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="1020b">μόχθος  δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.</l></sp><milestone n="1021" unit="card"/><sp><speaker>Ὀρέστης</speaker><l n="1021">ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ  οἶδʼ ὅπη τελεῖ,</l><l n="1022">ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ  δρόμου</l><l n="1023">ἐξωτέρω· φέρουσι γὰρ νικώμενον</l><l n="1024">φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος</l><l n="1025">ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.</l><l n="1026">ἕως δʼ ἔτʼ  ἔμφρων εἰμί, κηρύσσω φίλοις</l><l n="1027">κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,</l><l n="1028">πατροκτόνον μίασμα καὶ θεῶν στύγος.</l><l n="1029">καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι</l><l n="1030"><milestone ed="P" unit="para"/>τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ</l><l n="1031">πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς</l><l n="1032">εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·</l><l n="1033">τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.</l><l n="1034"><milestone ed="P" unit="para"/>καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος</l><l n="1035">ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι</l><l n="1036">μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,</l><l n="1037">πυρός τε φέγγος ἄφθιτον κεκλημένον,</l><l n="1038">φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν</l><l n="1039">ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.</l><l n="1041">καὶ μαρτυρεῖν μὲν ὡς  ἐπορσύνθη κακὰ</l><l n="1040">τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·</l><l n="1042">ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,</l><l n="1043">ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.</l></sp><sp><speaker>Χορός</speaker><l n="1044">ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς  στόμα</l><l n="1045">φήμῃ πονηρᾷ  μηδʼ ἐπιγλωσσῶ κακά,</l><l n="1046">ἐλευθερώσας πᾶσαν Ἀργείων  πόλιν,</l><l n="1047">δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="1048">ἆ, ἆ.</l><l n="1048b">δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην</l></sp></div></div></div></body></text></TEI>