μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει. Ὀρέστης ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ, ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου ἐξωτέρω· φέρουσι γὰρ νικώμενον φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ. ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης, πατροκτόνον μίασμα καὶ θεῶν στύγος. καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν· τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται. καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον, πυρός τε φέγγος ἄφθιτον κεκλημένον, φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν ἄλλην τραπέσθαι Λοξίας ἐφίετο. καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω· ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος, ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών. Χορός ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά, ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν, δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα. Ὀρέστης ἆ, ἆ. δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην