Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ· ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν, ἀκοῦσαι πλόκαμον Ἰνάχῳ θρεπτήριον. τὸν δεύτερον δὲ τόνδε πενθητήριον οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον οὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ. τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυρις στείχει γυναικῶν φάρεσιν μελαγχίμοις πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω; πότερα δόμοισι πῆμα προσκυρεῖ νέον; ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω χοὰς φερούσας νερτέροις μειλίγματα; οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί. Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς μάθω γυναικῶν ἥτις ἥδε προστροπή. Χορός ἰαλτὸς ἐκ δόμων ἔβαν χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ. πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς ὄνυχος ἄλοκι νεοτόμῳ· διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δʼ ὑφασμάτων