τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. 91-2 post 95 transponit Weil ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλ᾽ ἔσθλ᾽ Elmsley: ἴσ᾽ Bamberger: ἔσψτ᾽ M ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε στέφη, δόσιν γε γε Stanley: τε M τῶν κακῶν ἐπαξίαν; ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδ᾽ ἐκχέασα, ἐκχέασα Dindorf: ἐκχέουσα M γάποτον χύσιν, στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι: κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ἔχεις Jacob ὑπέρτερον. Χορός αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. Ἠλέκτρα λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. Χορός φθέγγου χέουσα κεδνὰ κεδνὰ Hartung: σεμνὰ M τοῖσιν εὔφροσιν. Ἠλέκτρα τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; Χορός πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. Ἠλέκτρα ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι ἐπεμ́ξωμαι Dobree: ἐπεύξομαι M τάδε; Χορός αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι. Ἠλέκτρα τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει; Χορός μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως. Ἠλέκτρα εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. Χορός τοῖς αἰτίοις νῦν νῦν M τοῦ φόνου μεμνημένη??? Ἠλέκτρα τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη. Χορός ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα??? Ἠλέκτρα πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; λέγω; Weil