ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ: πάρεστι γὰρ ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα, καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήριος θελκτήριος Ludwig: θελκτήπια M στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία. εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον, ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν. Ὀρέστης ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων: στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ οἰκείᾳ σαγῇ Turnebus: οἰκίαις ἄγη M εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα, πόδα Dindorf: πόδας M ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ, ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν, Στροφίος ὁ Φωκεύς: πεύθομαι γὰρ ἐν λόγῳ: “ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις, πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ. εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων, εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον, θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.” τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι. Κλυταιμνήστρα οἲ ʼγώ, κατ᾽ ἄκρας εἶπας εἶπας Bamberger: ἐνπᾶσ᾽ M ὡς πορθούμεθα. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά, ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων κομίζων e schol. Robortello: νομίζων M ὀλεθρίου πηλοῦ πόδα,—