τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν. θεοστυγήτῳ δ᾽ ἄγει ἄγει Auratus: ἄχει M βροτῶν ἀτιμωθὲν οἴχεται γένος. σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς. τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω; Χορός τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος διανταίαν ὀξυπευκὲς οὐτᾷ οὐτᾷ Hermann: σοῦται M διαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ> λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς σέβας παρεκβάντος οὐ θεμιστῶς. corrupta necdum sanata: οὐ seclusit Pauw: πέδοι (Hermann) et οὐ θεμιστῶς (Dindorf) pro πέδον ... ἀθεμίστως M: cetera incerta † Χορός Δίκας δ᾽ ἐρείδεται πυθμήν: προχαλκεύει προχαλκεύει Jacob: προσχαλκεύει M δ᾽ Αἶσα φασγανουργός: τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν δόμοισιν Hermann: διμασε M αἱμάτων αἱμάτων e schol. Stephanus: δωμάτων M παλαιτέρων τίνειν τίνειν Lachmann: τείνει M μύσος χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς. Ὀρέστης παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον. τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις; τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ, εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί. φιλόξενός τις Αἰγίσθου βία Elmsley Οἰκέτης εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος; πόθεν; Ὀρέστης ἄγγελλε τοῖσι κυρίοισι δωμάτων, πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους. τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται σκοτεινόν, ὥρα ὥρα Robortello: ὧρα M: ὥραι m δ᾽ ἐμπόρους καθιέναι ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων. ἐξελθέτω τις δωμάτων τελεσφόρος γυνὴ τόπαρχος, τόπαρχος G: ταπαρχος ( ό supra α scr. m) M ἄνδρα δ᾽ τ᾽ M εὐπρεπέστερον: αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.