ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα ἀρεῖ, ἀρεῖ Bamberger: ἐρεῖ M σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ, βαλεῖ Robortello: βαλεῖν M πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν θήσω, ποδώκει περιβαλὼν χαλκεύματι. φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη ἄκρατον αἷμα πίεται τρίτην πόσιν. νῦν νῦν Blomfield: σὺν ( ν in rasura) M οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς, ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε: ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια. τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω, ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι. Χορός πολλὰ μὲν γᾶ γᾶ Schütz: γὰρ M τρέφει δεινὰ [καὶ καὶ seclusit Heath ] δειμάτων ἄχη, πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων ἀνταίων βρύουσι: βρύουσι Hermann: βροτοῖσι M πλάθουσι [βλαστοῦσι βλαστοῦσι seclusit Knick ] καὶ πεδαίχμιοι λαμπάδες πεδάοροι, πεδάοροι Stanley: πεδάμαροι M πτανά τε καὶ πεδοβά- μονα κἀνεμοέντ᾽ ἂν κἀνεμοέντ᾽ ἂν Blomfield: κἀνεμοέντων M αἰγίδων φράσαι κότον. Χορός ἀλλ᾽ ὑπέρτολμον ἀν- δρὸς φρόνημα τίς λέγοι καὶ γυναικῶν φρεσὶν φρεσὶν Aldina: φρεσσὶν M τλαμόνων τλαμόνων Dindorf: τλημόνων M [καὶ καὶ seclusit Klausen ] παντόλμους ἔρωτας ἄταισι συννόμους βροτῶν; ξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω- τος ἔρως παρανικᾷ κνωδάλων τε καὶ βροτῶν. Χορός ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος