ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. Ὀρέστης ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον μεθύστερον Victorius: μεθ᾽ ὕστερον M τιμῶσ᾽ ἀνήκεστον πάθος; θανόντι θανόντι Pauw: θανοῦντι M δ᾽ οὐ φρονοῦντι δειλαία χάρις ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε: τάδε ex τόδε factum M τὰ δῶρα μείω μείω Turnebus: μέσω M δ᾽ ἐστὶ τῆς ἁμαρτίας. τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος. θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε. Χορός οἶδ᾽, ὦ τέκνον, παρῆ παρῆ Proson: πάρει ( ει in rasura) M γάρ: ἔκ τ᾽ ὀνειράτων καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. Ὀρέστης ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι; Χορός τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει. Ὀρέστης καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος; Χορός ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην. Ὀρέστης τίνος τίνος Wellauer: τινὸς M βορᾶς χρῄζοντα, νεογενὲς νεογενὲς Turnebus: νεορενὲς M δάκος; Χορός αὐτὴ προσέσχε μαζὸν μαστὸν Blomfield ἐν τὠνείρατι. τὠνείρατι Porson: τ᾽ ὀνείρατι M Ὀρέστης καὶ πῶς ἄτρωτον οὖθαρ ἦν οὖθαρ ἦν Pauw: οὐχαρην mutatum in οὐχαριν M ὑπὸ στύγους; στύγους Schütz: στύγος M Χορός ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. Ὀρέστης οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει. fort. ἂν τόδ᾽ ὄψανον πέλοι Martin Χορός ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν κέκραγεν robortello: κέκλαγεν M ἐπτοημένη. πολλοὶ δ᾽ ἀνῇθον, ἀνῇθον escholio Valckenär: ἀνῆλθον M ἐκτυφλωθέντες σκότῳ, λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν: πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων. Ὀρέστης ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον. κρίνω δέ τοί νιν ὥστε συγκόλλως συγκόλλως Victorius: συσκόλως (altero λ supra λ scr.) M ἔχειν.