οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει ἄτιμος ἐμπύροισι ἐμπύροισι Auratus: ἐν πυροῖσι M κνισωτοῖς χθονός. Ἠλέκτρα κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας οἴσω πατρῴων ἐκ δόμων γαμηλίους: πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. Ὀρέστης ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ πατέρ᾽ Robortello: πάτερ M ἐποπτεῦσαι μάχην. Ἠλέκτρα ὦ γ᾽ Hermann: τ᾽ M Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος. Ὀρέστης μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ. Ἠλέκτρα μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας ὡς ἐκαίνισας Conington: ᾧ σ᾽ ἐκαίνισαν M — Ὀρέστης πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς, γ᾽ ἀχαλκεύτοισι θηρευθείς Conington: δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης M πάτερ,— Ἠλέκτρα αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. Ὀρέστης ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ; Ἠλέκτρα ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα; Ὀρέστης ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβὰς Canter: βλάβας M λαβεῖν, εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις. Ἠλέκτρα καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ, ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ: οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον, γόον Pauw: γόνον M καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε. οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών: παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου. λίνου M: λίνον m ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα. αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον. Χορός καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἀμεμφῆ τόνδ᾽ Canter, ἐτείνατον Hermann, ἐτεινάτην Blomfield: ἀμόμφητον δέ τινα τὸν M ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης. τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,