τἄποιν᾽ τἄποιν᾽ e scholio Bothe: τὸ πᾶν M: alii aliter: ποινὰν Schütz: ῥοπὰν Hermann ἀμφιλαφὴς ταραχθείς. Ἠλέκτρα κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει πολυδάκρυτα πένθη. δίπαις τοί σ᾽ τοί σ᾽ Schütz: τοῖς M ἐπιτύμβιος ἐπιτύμβιος Hermann: ἐιτυμβιδίοις M θρῆνος ἀναστενάζει. τάφος δ᾽ ἱκέτας δέδεκται φυγάδας θ᾽ ὁμοίως. τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν; οὐκ ἀτρίακτος ἄτα; Χορός ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων θείη θείη Turnebus: θήη M κελάδους εὐφθογγοτέρους: ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων παιὰν παιὰν Blomfield: παίων M μελάθροις ἐν βασιλείοις νεοκρᾶτα φίλον κομίσειεν. κομίσειεν orson: κομίζει M: sed fortasse praestat φιάλην νεοκρᾶτα κομίζοι Scaliger Ὀρέστης εἰ γὰρ ὑπ᾽ Ἰλίῳ πρός τινος Λυκίων, πάτερ, δορίτμητος κατηναρίσθης, κατηναρίσθης Porson: κατεναρίσθης M λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι τέκνων τ᾽ ἐν τ᾽ ἐν Wellauer: τε M κελεύθοις ἐπιστρεπτὸν αἰῶ αἰῶ H. L. Ahrens: αἰῶνα M κτίσας πολύχωστον ἂν εἶχες τάφον διαποντίου γᾶς διαποντίου γᾶς Turnebus: διατοντιουτας M δώμασιν εὐφόρητον. Χορός φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦσιν κατὰ χθονὸς ἐμπρέπων σεμνότιμος ἀνάκτωρ, πρόπολός τε τῶν μεγίστων χθονίων ἐκεῖ τυράννων: βασιλεὺς γὰρ ἦν, ἦν, ς supra scr., M ὄφρ᾽ ἔζης, ἔζη Hermann; ἔζης M