λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν, προστέρνοι στολμοὶ πέπλων ἀγελάστοις ξυμφοραῖς πεπληγμένων. Χορός τορὸς γὰρ ὀρθόθριξ φόβος, ὀρθόθριξ φόβος Heath: φοῖβος ὀρφόθριξ M δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων, ἀωρόνυκτον ἀμβόαμα μυχόθεν ἔλακε ἔλαχε ( κε supra scr. m) M περὶ φόβῳ, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων. κριταί <τε> τε add. Porson τῶνδ᾽ ὀνειράτων θεόθεν ἔλακον ἔλακον Turnebus: ἔλαχον M ὑπέγγυοι μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν. Χορός τοιάνδε χάριν ἀχάριτον ἀχάριτον Elmsley: ἄχαριν M ἀπότροπον κακῶν, ἰὼ γαῖα μαῖα, μωμένα μ᾽ ἰάλλει μ᾽ ἰάλλει Pauw: μιλλεῖ M δύσθεος γυνά. φοβοῦ- μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν. ἐκβαλεῖν Jacob: ἐκβάλλειν M τί γὰρ λύτρον λύτρον Canter: λυγρὸν M πεσόντος αἵματος πέδοι; πέδῳ M ἰὼ πάνοιζυς ἑστία, ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖς δνόφοι καλύπτουσι δόμους δεσποτῶν θανάτοισι. Χορός σέβας δ᾽ ἄμαχον ἀδάματον ἀδάματον Hermann: ἀδάμαντον M ἀπόλεμον τὸ πρὶν δι᾽ ὤτων φρενός φρενός Victorius: φρένες M τε δαμίας περαῖνον νῦν ἀφίσταται. φοβεῖ- ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,