κἀξορθιάζων κἀξοθριάζων M πολλὰ καὶ δυσχειμέρους ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους: τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων, ἀποχρημάτοισι ζημίαις ταυρούμενον: αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα μηνίματα Lobeck: μειλίγματα M βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν δ᾽ αἰνῶν Hermann: δὲ νῶν M νόσους, σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις λειχῆνας λειχῆνας Blomfield: λιχηνας M ἐξέσθοντας ἀρχαίαν φύσιν: λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν ἐπαντέλλειν Robortello: ἐπαντέλλει M νόσῳ: ἄλλας τ᾽ ἐφώνει τ᾽ ἐφώνει Auratus: τε φωνεῖ M προσβολάς Ἐρινύων ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας: Post 284 in M legitur v. 288, quem illuc transposuit Hermann τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος ἐκ προστροπαίων ἐν γένει πεπτωκότων, καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος κρατῆρος Robortello: κρατερὸς M μέρος εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς μῆνιν: δέχεσθαι <δ᾽> δ᾽ add. Hermann (rasura in M) οὔτε συλλύειν τινά. πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ. iniuria suspecti τοιοῖσδε χρησμοῖς ἆρα ἆρα stanley: ἄρα M χρὴ πεποιθέναι; κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν συμπίτνουσιν M: συμπίτουσιν m ἵμεροι, θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,