στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται: καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου: πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων μόνον μόνον turnebus: μόνος M Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. σοι Stanley: μοι M Ὀρέστης Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων πραγμάτων Robortello: πρηγμάτων M [error ex η sura scrito ortus, tamquam πημάτων indicantis] γενοῦ: ἰδοῦ δὲ γένναν εὖνιν γένναν εὖνιν turnebus: γέννανιν M αἰετοῦ πατρός, θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς ἐντελεῖς Pauw: ἐντελὴς M θήραν πατρῴαν θήραν πατρῴαν e scholio Robortello: θήρα πατρῴα M προσφέρειν σκηνήμασιν. οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω, λέγω Aldina: ἐγὼ M ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον εὔθοινον G: εὔθυνον ( οι supra scr. m) M γέρας; οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ εὐπειθῆ M ( ι sura ει scr. m) βροτοῖς: οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν. ἐν ἤμασιν Turnebus: ἐνήμασιν M κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας δ᾽ ἂν ἄρειας e scholio praeclare Turnebus: δαναρίας M μέγαν δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι. Χορός ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός, σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε θανόντας ἐν κηκῖδι πισσήρει φλογός. Ὀρέστης οὔτοι οὔτοι Turnebus: οὔτι M προδώσει Λοξίου μεγασθενὴς χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,