πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά. 201-post 211 transponere volt Weil Ὀρέστης εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. Ἠλέκτρα ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ; Ὀρέστης εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου ἐξηύχου Robortello: ἐξηύκου M πάλαι. Ἠλέκτρα καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν; Ὀρέστης σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην. ἐκπαγλουμένην Robortello: ἐκπαγλουμένης M Ἠλέκτρα καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; Ὀρέστης ὅδ᾽ εἰμί: μὴ μάτευ᾽ μάτευ᾽ G: μάστευ᾽ M ἐμοῦ μᾶλλον φίλον. Ἠλέκτρα ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις; Ὀρέστης αὐτὸς καθ᾽ αὑτοῦ τἄρα τἄρα dndorf: ταρρα M μηχανορραφῶ. Ἠλέκτρα ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις. Ὀρέστης κἀν τοῖς ἐμοῖς ἄρ᾽, ἐμοῖς ἄρ᾽ Turnebus: ἐμοῖσιν M εἴπερ ἔν γε τοῖσι σοῖς. Ἠλέκτρα ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽ τἄρ᾽ Murray: τάδ᾽ M ἐγὼ προσεννέπω; Ὀρέστης αὐτὸν μὲν οὖν οὖν Turnebus: νῦν M ὁρῶσα δυσμαθεῖς ἐμέ: κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. σκέψαι τομῇ σκέψαι κόμῃ hartung: σκέψαιτο μὴ M: σκέψαι τομῇ Turnebus προσθεῖσα βόστρυχον τριχὸς σαυτῆς ἀδελφοῦ σύμμετρον σύμμετρον Schütz: σκέψαιτο μὴ M: σκέψαι τομῇ Turnebus σύμμετρον Schütz: συμμέτρου M τῷ σῷ κάρᾳ. 226-in codd. sic leguntur: 226, 228, 227, 230, 229: ordinem mutavit Hermann ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς ἠδὲ ἠδὲ Turnebus: εἰς δὲ M θήρειον θήρειον Bamberger: θηρίον M γραφήν. ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς μὴ ᾽κπλαγῇς Turnebus: μἠκπλαγιν͂ M φρένας: τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς. Ἠλέκτρα ὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός. ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον ἐμοί: προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει