οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε, εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί. Ἠλέκτρα κἀμοὶ προσέστη καρδίας κλυδώνιον χολῆς, ἐπαίσθην ἐπαίσθην Canter: ἐπαίθην M δ᾽ ὡς διανταίῳ βέλει: ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος, πλόκαμον ἰδούσῃ τόνδε: πῶς γὰρ ἐλπίσω ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης; ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο, ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον φρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω, εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου βροτῶν Ὀρέστου—σαίνομαι σαίνομαι ] σαι alia manu scr. M δ᾽ ὑπ᾽ ἐλπίδος. φεῦ. εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην, μὴ᾽ κινυσσόμην Turnebus: μὴκηννυσσομην M ἀλλ᾽ εὖ ᾽σαφήνει ᾽σ᾽αφήνει Paley: σαφηνῆ M τόνδ᾽ ἀποπτύσαι πλόκον, εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος, ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην δίκην Aldina: δίκηι ( ηι in rasura) M στροβούμεθ᾽: εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν. καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν ποδῶν Turnebus: ποδῶν δ᾽ M ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖσ— καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινόσ— πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.