ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας. Χορός ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένῳ δεσπότᾳ, πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽ ἀπότροπον ἄγος ἀγος e scholio Victorius: ἄλγος M ἀπεύχετον κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέβας ὦ σέβας ὦ Turnebus: σεβάσω M δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός. ὀτοτοτοτοτοτοτοῖ, ἴτω τις ἴτω τις Bothe: ἰὼ τίς M δορυ- σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων, Σκυθικά τ᾽ Σκυθικά τ᾽ Robortello: σκυθιτατ᾽ ( ης supra ι scripto) M ἐν χεροῖν παλίντον᾽ ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη. ξίφη e scholio Pauw: βέλη (e praeced. v.) M Ἠλέκτρα ἔχει μὲν ἤδη γαπότους γαπότους Turnebus: ἀπό του M χοὰς πατήρ: Post hunc v. in codd. legitur 124 νέου δὲ μύθου τοῦδε κοινωνήσατε. Χορός λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ. Ἠλέκτρα ὁρῶ ἄν: ὀρχεῖται Turnebus: ἀνορχεῖται M τομαῖον τόνδε βόστρυχον τάφῳ. Χορός τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης; Ἠλέκτρα εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι. Χορός πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω. Ἠλέκτρα οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό κείραιτό Turnebus: κείρετό M νιν. Χορός ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. Ἠλέκτρα καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος. Χορός ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. Ἠλέκτρα αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. Χορός μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν ἦν Scholefield: ἦ M: ᾖ G τόδε; Ἠλέκτρα μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται. Χορός καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν; Ἠλέκτρα ἔπεμψε χαίτην χαίτην Victorius: καὶ τὴν M κουρίμην χάριν πατρός.