ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ. Ἠλέκτρα καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; Χορός πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; Ἠλέκτρα hunc v. post 165 in M scriptum huc transtulit Hermann κῆρυξ μέγιστε μέγιστε Stanley: μεγίστη M τῶν ἄνω τε καὶ κάτω, <ἄρηξον,> ἄρηξον add. Klausen Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί, τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς εὐχάς, πατρῴων δωμάτων δωμάτων Stanley: δ᾽ ὀμμάτων M ἐπισκόπους, καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται, θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει: κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ φίλον τ᾽ Ὀρέστην: †πῶς ἀνάξομεν δόμοις. corruta necdum sanata: φῶς τ᾽ ἄναψον ἐν δόμοις anon.: ὡς ἀναξωμεν Paley πεπραμένοι πεπραμένοι Casaubon: πεπραγμένοι M γὰρ νῦν γέ πως ἀλώμεθα πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος. κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων φεύγων φεύγων Robortello: φεύγειν M Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως ἐν τοῖσι σοῖς πόνοισι πόνοισι Robortello: πόνοισιν M χλίουσιν μέγα. μέγα Turnebus: μέτα M ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ: αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν. ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις λέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. δίκῃ Scaliger: δίκην M ” ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς καλῆς Schütz: κακῆς M: vv. 145-6 suspecti ἀρᾶς, κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν: “ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω, σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.” τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.