τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων, βωμοὶ δώροισι φλέγονται· ἄλλη δʼ ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασʼ ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον τῆς θυμοβόρου φρένα λύπης. Χορός κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει πειθὼ μολπᾶν ἀλκὰν σύμφυτος αἰών· ὅπως Ἀχαι- ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονα ταγάν, πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς, φανέντες ἴ- κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου παμπρέπτοις ἐν ἕδραισιν, βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν, βλαβέντα λοισθίων δρόμων.