τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμων οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. Χορός αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι. εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. Κῆρυξ οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. Χορός πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις; σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε. Κῆρυξ ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. Χορός πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; Κῆρυξ ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ· μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. Χορός πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο; Κῆρυξ οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. Χορός πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; Κῆρυξ εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλει στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,