νικώμενος λόγοισιν οὐκ ἀναίνομαι· ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. Κλυταιμήστρα ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν. καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ. λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην. ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳ ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. ὅπως δʼ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι·—τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ πύλας ἀνοῖξαι;—ταῦτʼ ἀπάγγειλον πόσει· ἥκειν ὅπως τάχιστʼ ἐράσμιον πόλει· γυναῖκα πιστὴν δʼ ἐν δόμοις εὕροι μολὼν οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριον οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.