<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="553">τὰ δʼ αὖτε κἀπίμομφα.  τίς δὲ πλὴν θεῶν</l><l n="554">ἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;</l><l n="555">μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,</l><l n="556">σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐ</l><l n="557">στένοντες, <sic>οὐ λαχόντες</sic> ἤματος μέρος;</l><l n="558">τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·</l><l n="559">εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·</l><l n="560">ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι</l><l n="561">δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος</l><l n="562">ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.</l><l n="563">χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,</l><l n="564">οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,</l><l n="565">ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς</l><l n="566">κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών</l><l n="567">τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·</l><l n="568">παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν</l><l n="569">τὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.</l><l n="570">τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,</l><l n="571">τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;</l><l n="572">καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.</l><l n="573">ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ</l><l n="574">νικᾷ τὸ κέρδος, πῆμα δʼ οὐκ ἀντιρρέπει·</l><l n="575">ὡς κομπάσαι τῷδʼ εἰκὸς ἡλίου φάει</l><l n="576">ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·</l><l n="577"><q>Τροίαν ἑλόντες δή ποτʼ Ἀργείων στόλος</q></l><l n="578"><q rend="merge">θεοῖς λάφυρα ταῦτα τοῖς καθʼ Ἑλλάδα</q></l><l n="579"><q rend="merge">δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.</q></l><l n="580">τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν</l><l n="581">καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται</l><l n="582">Διὸς τόδʼ ἐκπράξασα.πάντʼ ἔχεις λόγον.</l></sp></div></div></body></text></TEI>