<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="493">κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον</l><l n="494">κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις</l><l n="495">πηλοῦ ξύνουρος διψία κόνις τάδε,</l><l n="496">ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα</l><l n="497">ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,</l><l n="498">ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—</l><l n="499">τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον·</l><l n="500">εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—</l><l n="501">ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει,</l><l n="502">αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.</l></sp><sp><speaker>Κῆρυξ</speaker><l n="503">ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,</l><l n="504">δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους,</l><l n="505">πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.</l><l n="506">οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶ</l><l n="507">θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.</l><l n="508">νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος,</l><l n="509">ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ,</l><l n="510">τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη·</l><l n="511">ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·</l><l n="512">νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,</l><l n="513">ἄναξ Ἄπολλον.  τούς τʼ ἀγωνίους θεοὺς</l><l n="514">πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον</l><l n="515">Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,</l><l n="516">ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν</l><l n="517">στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.</l><l n="518">ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,</l><l n="519">σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,</l><l n="520">εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι</l><l n="521">δέξασθε κόσμῳ βασιλέα πολλῷ  χρόνῳ.</l><l n="522">ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων</l></sp></div></div></body></text></TEI>