κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων— τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον· εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.— ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. Κῆρυξ ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός, δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους, πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶ θανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος, ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ, τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη· ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος· νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺς πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι, εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων