πένθειʼ ἀτλησικάρδιος δόμων ἑκάστου πρέπει. πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ· οὓς μὲν γάρ τις ἔπεμψεν οἶδεν, ἀντὶ δὲ φωτῶν τεύχη καὶ σποδὸς εἰς ἑκά- στου δόμους ἀφικνεῖται. Χορός ὁ χρυσαμοιβὸς δʼ Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ Ἰλίου φίλοισι πέμπει βαρὺ ψῆγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους. στένουσι δʼ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δʼ ἐν φοναῖς καλῶς πεσόντʼ— ἀλλοτρίας διαὶ γυναι- κός· τάδε σῖγά τις βαΰ- ζει, φθονερὸν δʼ ὑπʼ ἄλγος ἕρ- πει προδίκοις Ἀτρείδαις. οἱ δʼ αὐτοῦ περὶ τεῖχος θήκας Ἰλιάδος γᾶς εὔμορφοι κατέχουσιν· ἐχ- θρὰ δʼ ἔχοντας ἔκρυψεν. Χορός βαρεῖα δʼ ἀστῶν φάτις ξὺν κότῳ· δημοκράντου δʼ ἀρᾶς τίνει χρέος. μένει δʼ ἀκοῦσαί τί μου μέριμνα νυκτηρεφές. τῶν πολυκτόνων γὰρ οὐκ